Galatians 3:13

13Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα,
 ὅτι γέγραπται = WH Treg NA/NIV: || γέγραπται γάρ = RP
ὅτι γέγραπται ⸃· Ἐπικατάρατος πᾶς κρεμάμενος ἐπὶ ξύλου,

1 Timothy 2:6

6 δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις·

Titus 2:14

14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.

Hebrews 1:3

3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως,
 δι᾽ αὑτοῦ = Holmes: || αὐτοῦ = WH Treg NA/NIV; || αὐτοῦ δι᾽ ἑαυτοῦ = RP
δι᾽ αὑτοῦ ⸃ καθαρισμὸν
 τῶν ἁμαρτιῶν ποιησάμενος = WH Treg NA/NIV: || ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν = RP
τῶν ἁμαρτιῶν ποιησάμενος ⸃ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,

Hebrews 2:17

17ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ·

Hebrews 9:28

28οὕτως καὶ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.



1 Peter 2:24

24ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ
 μώλωπι = WH Treg NA/NIV: || μώλωπι αὐτοῦ = RP
μώλωπι ἰάθητε.

1 Peter 3:18

18ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν
 ἔπαθεν = RP NA: || ἀπέθανεν = WH Treg NIV
ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα
 ὑμᾶς = WH NA/NIV RP: || ἡμᾶς = Treg
ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι·
Copyright information for SBLG